Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.272 Joseph. AJ 8.276 (English) >>Joseph. AJ 8.278

8.274

Ἱεροβόαμος δʼ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων· κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δʼ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν. 8.275ἦν δʼ δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφʼ ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθʼ ἡσυχίας ἠξίωσε. 8.276γενομένης δὲ σιωπῆς ἤρξατο λέγειν· “ὅτι μὲν τὴν ἡγεμονίαν θεὸς Δαυίδῃ καὶ τοῖς ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδʼ ὑμεῖς ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ προσέθεσθε καὶ μετʼ ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν· τὴν μὲν γὰρ πλείω μέχρι νῦν Ἱεροβόαμος ἀδίκως ἔχει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.272 Joseph. AJ 8.276 (English) >>Joseph. AJ 8.278

Powered by PhiloLogic